Παρεκβολαί εις την Ομήρου Ιλιάδα
| Παρεκβολαὶ εἰς τὴν Ὁμήρου Ἰλιάδα Συγγραφέας: |
[1] Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν ἢ κηρῷ τὰς ἀκοὰς ἀλειψάμενος ἢ ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον. μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτε παρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις. εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται, ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστα καὶ ἡ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶ μάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶ πάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰ καὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶς γοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶ ἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθε τὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱ μὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳ τι χρήσιμον. ἐν οἷς καὶ ἡ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδον ἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγα ἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴ δι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδων τεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται. ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. ὁ περὶ τὴν Ἀσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά. ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ ὁ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος [2] καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοις αὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα ἡ Ὁμήρου ποίησις καὶ μάλιστα ἡ Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσα δὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας, διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν. ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσεις καὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστιν εἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις, τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴν ἐπαίρειν, τῶν ἄλλων οἷς ὁ ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειν αὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱ Ὁμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν ἢ παραπετάσματα, οἱ μὲν ὑπ' αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται, πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰς τὴν τούτου ποίησιν, ὧν ἡ ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰ ὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθεν μύθοις ὁ τῆς σοφίας τρόφιμος. (ἡ σοφία τε γὰρ θεωρία ἐστὶν ἀληθευτική· καὶ ὁ σοφὸς δὲ τοιοῦτος· οὐκοῦν καὶ ὁ Ὅμηρος;) ἀλλὰ διὰ τὸ τῶν πολλῶν ἐπαγωγὸν αὐτοὺς τῇ ποιήσει παρεμπλέκων τεχνάζεται, ἵνα δελεάσας καὶ θέλξας τῷ προφαινομένῳ δικτύων, ὅ φασιν, ἔσω λάβῃ τοὺς ὀκνοῦντας τὸ τῆς φιλοσοφίας γλαφυρόν, εἶτα καὶ γεύσας τῆς ἐν ἀληθείᾳ γλυκύτητος ἀφήσει σοφοὺς πορεύεσθαι καὶ θηρᾶσθαι αὐτὴν καὶ ἄλλοθεν. ἔτι δὲ γίνεται καὶ μεθοδευτὴς οὕτω τῆς τῶν μύθων πιθανῆς πλάσεως, ἵνα καὶ τούτου τοῖς φιλομαθέσιν, ὡς καὶ τῶν λοιπῶν εἰδῶν τοῦ λόγου, καθηγήσηται. ἐκεῖνο δὲ καὶ μάλιστα θαυμαστὸν ἐν τούτοις Ὅμηρος ἔχει, ὅτι καὶ μύθοις μεμεστωμένος ὅμως οὐ φεύγεται, ἀλλὰ στέργεται, καὶ οἱ μισεῖν αὐτὸν προϊσχόμενοι οὐκ ὀκνοῦσιν αὐτοῦ ἄλλως ἅπτεσθαι, καὶ ἀποδιοπομποῦντες αὖθις προσίενται, ὅμοιοι τῷ παροιμιακῷ Σκύθῃ, ὃς θεωμένων μὲν Ἑλλήνων ἀπέσχετο ἵππου εὐγενοῦς ἐκπεπνευκότος, ἀνακάμψας δὲ καθ' ἡσυχίαν τὸ σύνηθες ἔπραττεν, ἀπολαύων οὗ ἤθελεν. εἰ δὲ καὶ οἱ χρώμενοι δηλοῦσι τὸ χρηστὸν πρᾶγμα, οὐκ ἔχει ἀντιλογίαν πολύχρηστον εἶναι χρῆμα τὴν Ὁμηρικὴν ποίησιν. ἀλλ' ὅτι μὲν εὔχρηστος ὁ ποιητής, οὕτως ἀμυδρῶς δηλοῦντες ὑπεκρουσάμεθα, ὅτι μηδὲ πρόθεσις ἡμῖν Ὁμήρου ὑπερλαλεῖν. ὡς εἴγε τις ἐν σκοπῷ θήσει τὸ πρᾶγμα, οὐ πολλῶν δεήσεται λόγων, ἀλλὰ προβαλεῖται τὰς βίβλους ἐκ προχείρου, ὧν αἱ μὲν εἰς αὐτόν, αἱ δὲ ἐξ αὐτοῦ συνεκροτήθησαν, καὶ ἀνύσει ῥᾳδίως τὸ προτεθέν.
[3] Λείπεται δὴ ἡμῖν, ἐπεὶ ἀποπέφανται μὴ γελοῖος εἶναι πάντῃ ὁ πονησάμενος περὶ τὴν Ὁμήρου ποίησιν, γενέσθαι οὗ ἐσκοπήσαμεν καὶ μὴ ἐπὶ πλέον συνιστᾶν τὸν ποιητήν, ἀλλὰ ποιεῖν ὅπερ εἰς αὐτὸν οὐ πρὸς μεγιστάνων τινῶν ἐπετάχθημεν, ὁποῖά τινα πλάττονται οἱ κομψοί, ἀλλὰ πρὸς φίλων ὁμιλητῶν, οἷς ὑπολήψεώς τι χρηστῆς περὶ ἡμῶν ὕπεστιν. ἦν δὲ τὸ φιλικὸν θέλημα διὰ τῆς Ἰλιάδος ἐλθεῖν καὶ ἐκπορίσασθαι τὰ χρήσιμα τῷ διεξοδεύοντι, οὐ λέγω ἀνδρὶ λογίῳ, ἐκεῖνον γὰρ οὐδὲν ἂν τῶν τοιούτων εἰκὸς λανθάνειν, ἀλλὰ νέῳ ἄρτι μανθάνοντι· τυχὸν δὲ καὶ μαθόντι μέν, δεομένῳ δὲ ἀναμνήσεως. καὶ δὴ γίνεται τοῦτο· καὶ τὰ χρήσιμα κατὰ ἀκολουθίαν εὐσυνθέτως ἐκλέγονται, οὐχ' ὥστε μέντοι τὰ πάντων ἐνταῦθα εἶναι τῶν πονησαμένων εἰς τὸν ποιητήν, (τοῦτο γὰρ καὶ μόχθος μάταιος καὶ περιττὸς καὶ οὐδὲ ῥᾷον ἀνύσιμος,) ἀλλ' ὥστε τὸν γινώσκειν ἐθέλοντα εὑρίσκειν κατὰ τόπον εὐτάκτως τὰ μὴ παρέλκοντα, οἷον· ἐννοίας εὐχρήστους τῷ καταλογάδην γράφοντι καὶ βουλομένῳ ῥητορικὰς ποιεῖν εὐκαίρως παραπλοκάς· μεθόδους, ἐξ ὧν καὶ ὠφελεῖταί τις μιμεῖσθαι θέλων καὶ τῆς εὐτεχνίας θαυμάζει τὸν ποιητήν· λέξεις, τὰς πλείους μὲν ὡς πεζῷ λόγῳ προσηκούσας, πολλάκις δὲ καὶ σκληρὰς καὶ τραχείας καὶ ποιητικάς, ἃς εἰ μὴ ἀναπτύξει τις ἐτυμολογικώτερον, οὐκ εὔγνωστον ἔσται τὸ χωρίον, ὃ παρεκβέβληται· γνώμας, αἷς καὶ αὐταῖς πολλαχοῦ ἡ Ὁμηρικὴ σεμνύνεται ποίησις· ἱστορίας, οὐ μόνον αἷς ὁ ποιητὴς χρᾶται κατὰ κανόνα οἰκεῖον, ἀλλ' ἔστιν ὅπου καὶ πλατύτερον, ὡς ἐξ ὧν ἱστόρησαν ἕτεροι· ἔτι δὲ μύθους, τοὺς μὲν ἀκράτους καὶ ἀθεραπεύτους καὶ κατὰ μόνον θεωρουμένους τὸ προφερόμενον, τοὺς δὲ καὶ μετὰ θεραπείας ἀλληγορικῆς εἴτε καὶ ἀναγωγικῆς· καὶ ἕτερα μυρία καλὰ εἰς βίον χρήσιμα· καὶ ταῦτα οὐ μόνον συντόμως, ἀλλὰ καὶ ποικίλως. ὥστε εἴ τις ἀφθονήτως τὸ πᾶν περιελθὼν τοῦτο πόνημα εἴποι ἐπιεικέστερον, ὡς οὐκ ἀνωφελὲς πάντῃ ἐστὶ τὸ ἐγχείρημα, οἶμαι, οὐ ψεύσεται. νέων γὰρ ἀγωγὴ καὶ διατριβὴ ἀναγνώσεως συντελοῦσα εἰς τὴν Ὁμηρικὴν Ἰλιάδα, καλὴ ἂν καὶ αὕτη γένοιτο, εἴτε κατὰ μόνας τις ἀπολαβὼν τὸ παρὸν ἔργον αὐτὸ καθ' αὑτὸ θεωροίη εἴτε καὶ τὴν Ἰλιάδα χειριζόμενος σκέπτεσθαι τὴν ἐργασίαν ταύτην βούλεται, εἴ τί που ἐν χρῷ ἐκείνης παράπτεται. πρὸς δὲ τοῖς ἄλλοις οὐδὲ ἐκτέταται τὸ προκείμενον ἔργον εἰς ἓν ὕφος καὶ σῶμα κατὰ συνέχειαν ἀδιάστατον, ἵνα τῷ ἀδιακόπῳ ἀποκναίῃ τὸν ἐντυγχάνοντα καὶ δυσεύρετον ἔχῃ τὸ κατάλυμα, ἀλλ' ἕκαστον τῶν χρησίμων καθ' αὑτὸ ἰδίᾳ κεῖται καὶ περατωθέντος αὐτοῦ μετάβασις ὡς ἐξ ὑπαρχῆς ἐπὶ ἕτερον γίνεται. καὶ οὕτως ὁ διὰ τοῦ συγγράμματος τούτου ἐρχόμενος συχνὰ οἷον καταλύων ἀναπαύεται. ὁποῖόν τι καὶ ἐν τοῖς εἰς τὸν Περιηγητὴν ἡμῖν γέγονε καὶ εἰς τὴν Ὀδύσσειαν δέ. καὶ ἐκεῖ γὰρ ὁμοίως τὸ ἔργον μεθώδευται παρεκβαλοῦσι τὰ εὔχρηστα ὡς ἐν ἐκλογῇ κατὰ ἀκολουθίαν εὐσύνθετον, οὐ μὴν πλατεῖαν ποιησαμένοις αὐτὸ τοῦτο [4] ἐξήγησιν, ἵνα μή τις ἐκφλυαρίζων τὸ πρᾶγμα μυκτηρίσῃ μηδὲν ἡμᾶς καινότερον πραγματεύσασθαι. ὅπου γε καὶ νῦν ὁ μὴ πάνυ εὐγνώμων τοιοῦτος ἴσως ἔσται καὶ θαρρῶν τὰ παρ' ἄλλοις ἀριζήλως εἰρημένα ἐξευρίσκειν καὶ ἐνταῦθα κείμενα οὐδὲν ἱερὸν εἶναι κατὰ τὴν παροιμίαν τὸ παρὸν ἔργον ἐρεῖ. ἀλλ' ὁ τοιοῦτος ἴστω κακῶς κρίνων, ἵνα μή τι πλεῖον ἐροῦμεν, συνιστῶντες ἑαυτοὺς κατὰ τὸν παροιμιακὸν Ἀστυδάμαντα. εἰ δὲ καὶ τυχὸν ὁ οὕτω δοξάζων ὀρθῶς ἔκρινεν, ἀλλ' ἡμεῖς καὶ οὕτως ἐπιβαλοῦμεν τῷ ἔργῳ, ἵνα, εἰ μὴ ἑτέροις, ἀλλὰ τοῖς γοῦν ἀγγαρεύσασιν ἀρέσωμεν, ἀγογγύστως τὸ ἐπιτεθὲν φορτίον ἄραντες. ὅσα μὲν οὖν ἐκ προθύρων οἱ σοφοὶ τῆς Ἰλιάδος προγράφουσιν, ἐξ ἐκείνων ἀναλεκτέον, ὅτι μηδὲ πρόκειται ἡμῖν ἀμαυρῶσαι τὰ τῶν ἄλλων καὶ κενὴν δόξαν θηράσασθαι καὶ σκῶμμα τοῦ πάντῃ τὰ ἀλλότρια μεταγράφειν ἐφελκύσασθαι. Ἐκεῖνα δὲ καὶ μόνα πάνυ συντόμως προγραπτέον ἐνταῦθα, ὅτι τὴν Ὁμήρου ποίησιν οἱ μὲν εἰς τὸ παντελὲς ἐσκίασαν καὶ ὡς οἷον αἰσχυνόμενοι, ἐὰν ὁ ποιητὴς ἀνθρωπίνως λαλῇ, ἀνήγαγον πάντα καὶ εἰς ἀλληγορίαν μετέθεντο, καὶ οὐ μόνον εἴ τί που μυθικόν, ἀλλὰ καὶ τὰ ὁμολογουμένως ἱστορούμενα, τὸν Ἀγαμέμνονα, τὸν Ἀχιλλέα, τὸν Νέστορα, τὸν Ὀδυσσέα, τοὺς λοιποὺς ἥρωας, ὡς δοκεῖν τὸν ποιητὴν ἐν ὀνείροις ἡμῖν ὁμιλεῖν. ἕτεροι δὲ ἀπεναντίας πάντῃ ἐκείνοις ἐλθόντες ἐξέσπασαν τὰ Ὁμηρικὰ πτερὰ καὶ οὐκ ἀφῆκαν αὐτὸν πτερύσσεσθαι ὅλως μετέωρον, ἀλλὰ τοῦ φαινομένου γενόμενοι μόνου καὶ κατασπάσαντες τοῦ ἀναγωγικοῦ ὕψους τὸν ποιητὴν οὐδὲν οὐδ' ὅλως ἀφῆκαν ἀλληγορεῖσθαι παρ' αὐτῷ, ἀλλὰ καὶ τὰς ἱστορίας ἀφῆκαν οὕτως ἔχειν, καλῶς γε τοῦτο ποιοῦντες, καὶ τοὺς μύθους δὲ ἀπαραποιήτους εἰς ἀλληγορίαν εἶναι προσέταξαν. ἐν οἷς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται, καὶ ὁ Ἀρίσταρχος, οὐ πάνυ καλῶς τοῦτο νομοθετήσας. οἱ δὲ ἀκριβέστεροι, ὥσπερ τὰς ἱστορίας ἐφ' ἑαυτῶν μένειν ἀφῆκαν, οὕτω καὶ τοὺς μύθους τὰ πρῶτα μὲν τίθενται οὕτως ἔχειν ὡς λέγονται, καὶ ἐπισκέπτονται τὴν πλάσιν αὐτῶν καὶ τὴν ἐν αὐτῇ πιθανότητα, δι' ἧς ἐν μύθοις ἀλήθειά τις εἰκονίζεται. εἶτα διὰ τὸ ἐν αὐτοῖς φύσει ψευδὲς ἀφέντες τὸ σωματικὸν εἰκόνισμα ἀνατρέχουσιν εἰς τὴν ἐξ ἀλληγορίας θεραπείαν τοῦ μύθου ἢ φυσικῶς ἐξετάζοντες, ὡς ἄλλοι δηλοῦσι πλατύτερον, ἢ κατὰ ἦθος· πολλαχοῦ δὲ καὶ ἱστορικῶς. οὐκ ὀλίγοι γὰρ μῦθοι καὶ πρὸς ἱστορίαν ἐκθεραπεύονται, ὡς ἀληθῶς μὲν γενομένου τοῦδέ τινος πράγματος ἐν τῷ καθ' ἡμᾶς βίῳ, τοῦ δὲ μύθου τὸ ἀληθὲς ἐκβιαζομένου πρὸς τὸ τερατωδέστερον. ταύτης τῆς ὁδοῦ ἐχομένη καὶ ἡ παροῦσα πραγματεία οὐδὲ τοὺς μύθους ἀνεπισκέπτους εἰς τὸ πᾶν ἀφήσει, ἀλλὰ περιεργάσεταί που αὐτοὺς ἀκολούθως τοῖς παλαιοῖς. οὐ χρὴ δὲ ἀναπεσεῖν οὐδὲ νῦν τὸν ἀκούσαντα τοῖς παλαιοῖς ἡμᾶς [5] καὶ ἐν τούτοις ἀκολουθεῖν, ὡς δυνατὸν ὂν καὶ αὐτὸν ἐκεῖθεν τὰ τοιαῦτα ἐρανίσασθαι. πρῶτον μὲν γάρ, καθάπερ τοῖς μαγειρεύουσι χάρις, οὐχ' ὅτι τὰ μὴ ὄντα δαιτρεύουσιν, ἀλλ' ὅτι τὰ ἐπιπόνως ἔχοντα τοῦ συναγαγεῖν αὐτοὶ ἀγείραντες εἰς ἓν παρέθεντο, οὕτω καὶ ἡμῖν ἔσται τι χάριτος, ὅτι πόνου δίχα οἱ περιτυχόντες ἔχουσι πολλαχόθεν ἐπισυναχθὲν τὸ ζητούμενον. εἶτα, εἰ καὶ ἀγέρωχόν τι καὶ γαῦρον ὁ λόγος ἔχει, οὐκ οἶδα, εἰ μή τινες τῶν ὑπονώθρων μόλις περιτύχοιεν ἐκείνοις, ἐξ ὧν πολλὰ τῶν ἐνταῦθα ἠράνισται. εἰ δέ τι ἐν διαφόροις καὶ προσεπινενόηται, αὐτό, φασί, δείξει.
Ἐπεὶ δὲ ποιητὴν μέγαν περιεργαζόμεθα, σκοπητέον τὸ τοιοῦτον ὄνομα καὶ σημειωτέον, ὅτι, καθάπερ ἔπος ἁπλῶς μὲν ὁ λόγος, ὡς τὸ «ἔπεα πτερόεντα», ἰδίως δὲ ἔπος ὁ ἔμμετρος λόγος, οὕτω καὶ ποιεῖν ὅλως μὲν τὸ πράττειν· καὶ ἔστιν ἡ χρῆσις καὶ παρὰ τῷ ποιητῇ πολλαχοῦ, ἰδιάζεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶν ῥαψῳδούντων κατά τι ἐξαίρετον διὰ τὸ τῆς ἐν αὐτοῖς πράξεως ταύτης [ἐξέχον ὡς] θεῖον καὶ ἔλλογον. ὅθεν καὶ συνθέμενοί τινες τὸ ἔμμετρον ἔπος καὶ τὸ ῥαψῳδικῶς ποιεῖν ὠνόμασαν συνθέτως ἐποποιοὺς τοὺς ἐν ἁπλότητι λεγομένους καὶ ποιητάς, μάλιστα δὲ τοὺς ἐν ἑξαμέτρῳ τόνῳ ἡρωΐζοντας. ὧν κατάρξαι λέγεταί τις Φημονόη, γυνὴ προφῆτις Ἀπόλλωνος, ἐφευροῦσα, φασίν, αὐτὴ πρώτη τὸ ἔπος, κληθὲν οὕτω κατὰ τοὺς παλαιοὺς οὐ μόνον καθ' ὑπεροχήν, δι' ἣν τὸ ἑξάμετρον ἰδιώσατο τὴν κοινὴν προσηγορίαν τοῦ λόγου, ἀλλὰ καὶ διότι ἕπονται, φασί, τὰ πράγματα τοῖς χρησμοῖς. εἰ δὲ ἡ τοιαύτη ἐτυμολογία δασύνεσθαι ἀπαιτεῖ τὸ ἔπος, ἀλλ' ἔστι συνηγορῆσαι καὶ τῇ ψιλώσει τούτου πιθανῶς, εἴ τις βουληθείη. τίς δὲ ἡ ἐποποιΐα καὶ ὅτι ποιήσεως εἶδος καὶ αὐτὴ ὡς καὶ ἡ τραγῳδία καὶ ἡ κωμῳδία καὶ ἡ τῶν Κυκλίων ποιημάτων καὶ ἡ λυρικὴ καὶ ἕτεραι, ζητητέον ἐν ἄλλοις. καὶ οὕτω μὲν κατέστη τὸ ποιεῖν, ἐξ οὗ καὶ ὁ ποιητὴς καὶ ἡ ποίησις. καὶ δῆλον ὅτι ποιεῖν παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, τὸ ποιητικῶς ἤγουν ἐμμέτρως ἀείδειν καὶ γράφειν, ὡς τὸ «ἐποίησάς ποτε ὦ Εὐριπίδη» ἀντὶ τοῦ «ἔγραψας ἐν τῇ ποιήσει σου». καὶ τοίνυν καὶ ποιητὴς ὁ οὕτω γράφων, ὁποῖος ἂν καὶ εἴη εἴτε κωμικὸς εἴτε ὁστισοῦν ἕτερος, ἐξόχως δὲ Ὅμηρος. ὡς γάρ, εἴ τις εἴπῃ ὁ ῥήτωρ, ὁ Δημοσθένης εὐθὺς ὑπερεχόντως ἐνοήθη, κἂν τὸν λυρικὸν ἀκούσωμεν, εἰς τὸν Πίνδαρον ἀναγόμεθα, οὕτω καὶ τὸν ποιητὴν ἀκούσας τις μετὰ τοῦ ἄρθρου τὸν Ὅμηρον ἐνόησε. διὰ τί; ὅτι ἐν αὐτῷ ἀρετὴ πᾶσα [6] ποιήσεως καὶ διότι σπερματικῶς ἀρχὴ καὶ καθηγητὴς αὐτὸς πᾶσι γέγονε ποιηταῖς τοῦ εἶναι, ὅπερ λέγονται. καὶ ταῦτα μὲν οὕτως, ἵνα μὴ ἐπὶ πλέον πόρρω τοῦ σκοποῦ πλαζώμεθα.
Ὁμήρου δὲ γένος οὐδ' αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις, ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν· εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας, ὅστις ποτὲ καὶ ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δ' αὐτοῦ καὶ Χῖοι, μαρτύριον προχειριζόμενοι τοὺς καλουμένους Ὁμηρίδας, ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶ Ὁμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢ ἑτέροις ἀγαθοῖς σεμνύνεσθαι. Ὅτι δὲ καὶ ἕτεροι πρὸ αὐτοῦ ἦσαν ποιηταί, ὧν καὶ Μουσαῖος ἀκέσεις νόσων συγγραψάμενος, καὶ ὅτι, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ, μετὰ Ὀρφέα καὶ Μουσαῖον Σύαγρος γέγονε ποιητής, ὃς πρῶτος τὸν Τρωϊκὸν ᾖσε πόλεμον, καὶ τοῦτο ἐς τοσοῦτον εἰρήσθω. καὶ ὅτι ἔπνεε τὰ ἔπη Ὅμηρος καὶ οὕτως εἶχε τῆς περιέργου καὶ ἐμμελοῦς Μούσης, ὡς οὐδὲ τοῦ ἐν ἁπλότητι πεζολογεῖν ἕτεροι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ ἐν οἷς ἔγραψεν εἰς τὸν Ὅμηρον. ὡς δὲ καὶ πολλοὶ Ὅμηροι, καὶ αὐτὸ ἱστόρησαν ἕτεροι, καὶ ὅτι δὲ ὁ νῦν προκείμενος ἢ ἀπὸ τοῦ μὴ ὁρᾶν ὠνόμασται, ὡς οἱονεὶ μήορος καὶ κατὰ μετάθεσιν Ὅμηρος, ἢ ὡς αὐτὸ τοῦτο γενόμενος Ὅμηρος, ὁποίους τοὺς ἐπὶ εἰρήνῃ διδομένους εἰς ἐνέχυρον οἴδαμεν, καὶ τοῦτο εἰς πλάτος κεῖται παρ' ἄλλοις. οἳ καί φασι τὰ ἐπὶ εἰρήνῃ ὅμηρα οὕτω λέγεσθαι παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀρῶ τὸ ἁρμόζω· εἰς ὁμόνοιαν γὰρ ἁρμόττονται διὰ τῶν ὁμήρων οἱ διεστῶτες ἀλλήλων καὶ στασιάζοντες. [χρῆσις δὲ τοιαύτης λέξεως παρὰ πολλοῖς τε ἄλλοις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «συλλάβετε ὅμηρον τήνδε».] Εἰ δὲ καὶ ἕτερα ποιήματά εἰσιν Ὁμήρου, οἷον καὶ ὁ Μαργίτης καὶ ἡ τῶν μυῶν καὶ βατράχων Μάχη, ἄλλοι καὶ αὐτὸ ἐξήτασαν πρὸς ἀκρίβειαν, καὶ ἐὰν ἡ Ἰλιὰς τῆς Ὀδυσσείας προπεποίηται ἢ καὶ ἀνάπαλιν. Εἰ δὲ καὶ ἤρισεν Ὅμηρος Ἡσιόδῳ τῷ Ἀσκραίῳ καὶ ἡττήθη, ὅπερ ὄκνος τοῖς Ὁμηρίδαις καὶ λέγειν, ζητητέον ἐν τοῖς εἰς τοῦτο γράψασιν, [7] ἐν οἷς ἔκκεινται καὶ τὰ ῥητὰ τῆς ἔριδος. ὡσαύτως καὶ ἐὰν ἐπὶ τῶν Τρωϊκῶν ἔτυχεν ὢν ἢ μᾶλλον μετὰ τὰ Τρωϊκά. ταῦτα γὰρ πάντα εἰ ἐπιμελῶς φυλοκρινήσει τις, βίβλος ἱστορικὴ πολύλογος συντεθήσεται. ἡμῖν δὲ οὐ τοῦτο σκοπός, ἐκεῖνο δὲ μᾶλλον ὃ καὶ προεξεθέμεθα. Ἔτι κἀκεῖνο προλαβεῖν χρὴ ἐχόμενον ἤδη καὶ προκλητικὸν τοῦ παρεκβολικοῦ σκοποῦ, ὅτι ἀνδρώδης μὲν ἡ Ἰλιὰς καὶ σεμνοτέρα καὶ ὕψος ἔχουσα, ἐπεὶ καὶ ἡρωϊκωτέρα· ἠθικὴ δὲ ἡ Ὀδύσσεια, ὡς ἐκεῖ σαφέστερον γέγραπται· καὶ ὅτι τὴν Ὁμηρικὴν ἰσχὺν οὐ τοσοῦτον ἐν τῇ Ἰλιάδι ἔστι καταμαθεῖν, ὅσον ἐν τῇ Ὀδυσσείᾳ. ἐνταῦθα μὲν γὰρ πολλαὶ ἀφορμαὶ εἰς ῥητορείας δαψίλειαν, ἐκεῖ δὲ γλισχρότατος καὶ πάντῃ ὀλιγόϋλος ὁ τοῦ βιβλίου σκοπός. καὶ ὅμως ἐξήρκεσεν ὁ ποιητὴς βίβλον καὶ ἐκείνην τηλικήνδε καὶ τοιαύτην διασκευάσασθαι παραδεικνύων, ὅτι παμπλούσιός ἐστι καὶ πάνυ φιλότιμος ἔν τε πολυαφόρμοις καὶ ἐν μὴ τοιαύταις γραφαῖς. ὅθεν ἐκεῖνο μὲν τὸ βιβλίον ἀπὸ ἑνὸς προσώπου τοῦ Ὀδυσσέως ὠνόμασεν ὑποδηλῶν τὸ ὀλίγον τῆς τοῦ γράφειν ὕλης, ὡς μόνα δῆθεν λέξων τὰ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλως κατὰ μέθοδον οἰκείαν καὶ ἕτερα πολλὰ παρενέπλεξε. ταύτην δὲ τὴν βίβλον συλληπτικώτερον Ἰλιάδα ἐκάλεσε καὶ οὔτε ἀπὸ ἑνός τινος ὡς ἐὰν Ἀχίλλεια ἤ τι τοιοῦτον ἐκαλεῖτο, οὔτε διὰ τοὺς Ἰλιεῖς, ὡς δηλαδὴ τὰ τῶν Ἰλιέων μόνων περιέχουσαν κακά, ἀλλ' ὅτι περιέχει τὰ κατὰ τὴν Ἴλιον συμπεσόντα ἤτοι τὰ Τρωϊκά, εἰ δέ τινες ἐπαγωνίζονται δεῖξαι, ὅτι ὡς οἷον ἀπὸ προσώπου παθόντος, τοῦ τῶν Ἰλιέων δηλαδὴ λαοῦ, ἡ ποίησις αὕτη ὠνόμασται Ἰλιάς, ὅθεν κερδήσαντες καὶ οἱ μετὰ τὸν Ὅμηρον τραγικοὶ καὶ ἕτεροι ἐκ προσώπων παθόντων οἰκεῖα πολλάκις ἐπιγράφουσι δράματα, οἱ τοιοῦτοι αὐτόθεν ἐλέγχονται ἄλλως τε καὶ ὅτι οὐχ' ἁπλῶς ἐνταῦθα ὁ ποιητὴς περὶ τῶν Ἰλιέων λέγει τί ἔπαθον, ἀλλὰ καὶ τοῦτο μέν, σκοπὸς δὲ αὐτῷ τοῦ βιβλίου, ὡς καὶ αὐτὸς ἐν προοιμίῳ ἐκτίθεται, εἰπεῖν ὅσα κακὰ ἐν τῷ καιρῷ τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ οἱ Τρῶες καὶ οἱ Ἕλληνες ἔπαθον καὶ μάλιστα οἱ Ἕλληνες. διὸ καὶ «οὐλομένην» εἰπὼν τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐπάγει «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων ὀλεθρίαν γενέσθαι τὴν τοιαύτην μῆνιν, διότι κακὰ ἐξ αὐτῆς οἱ Ἀχαιοὶ ἔπαθον κατά τινα εἱμαρμένην, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ διὰ ταῦτα μὲν τὸ βιβλίον τοῦτο καλεῖται Ἰλιάς. Δοκεῖ δὲ ἡ τοιαύτη λέξις κτητικὴ εἶναι καὶ ἐλλειπτικῶς ἔχειν. ὥσπερ γὰρ λόγχη καὶ γῆ καὶ Τροία καὶ μάχη καὶ σκοπιὰ Ἰλιὰς παρὰ τοῖς τραγικοῖς [8] ἀντὶ τοῦ Ἰλιακή, ὅ ἐστι Τρωϊκή, οὕτω καὶ ἐνταῦθα Ἰλιάς, βίβλος δηλαδή, ἢ Ἰλιὰς ποίησις ἢ ἱστορία Ἰλιάς. ὥσπερ καὶ τὸ Ἰάς. καὶ τοῦτο γὰρ ἐλλέλειπται δηλοῦν ὅτι Ἰωνικὴ διάλεκτος. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι τὸ μὲν εἰπεῖν Ὁμήρου Ἰλιάς ταὐτόν ἐστι τῷ Ὁμήρου Τρωϊκά, τὸ δὲ Ἰλιὰς μάχη τραγικῶς ἴσον δύναται τῷ Τρωϊκὸς πόλεμος. ἀλλὰ γὰρ ἤδη τῷ σκοπῷ ἐγχειρητέον, ἵνα μή ποθεν ἀκούσωμεν περιττὰ ἐν οὐ δέοντι σοφίζεσθαι.
Περιεχόμενα
[Επεξεργασία]- Ἐκ τῶν τῆς ἄλφα ῥαψῳδίας
- Ἐκ τῶν τῆς βῆτα ῥαψῳδίας ἧς μέρος καὶ ἡ Βοιωτία
- Ἐκ τῶν τῆς γάμμα ῥαψῳδίας
- Ἐκ τῶν τῆς δέλτα ῥαψῳδίας
- Ἐκ τῶν τῆς ἐψιλοῦ ῥαψῳδίας
- Ἐκ τῶν τῆς ζῆτα ῥαψῳδίας
- Ἐκ τῶν τῆς ἦτα ῥαψῳδίας
- Ἐκ τῶν τῆς θῆτα ῥαψῳδίας
- Ἐκ τῶν τῆς ἰῶτα ῥαψῳδίας
- Ἐκ τῶν τῆς κάππα
- Ἐκ τῶν τῆς λάμβδα
- Ἐκ τῶν τῆς μῦ
- Ἐκ τῶν τῆς νῦ
- Ἐκ τῶν τῆς ξῖ
- Ἐκ τῆς οὖ ῥαψῳδίας
- Ἐκ τῶν τῆς πῖ ῥαψῳδίας
- Ἐκ τῆς ῥῶ
- Ἐκ τῶν τῆς σίγμα
- Ἐκ τῶν τῆς ταῦ
- Ἐκ τῶν τῆς ὖ
- Ἐκ τῶν τῆς φῖ
- Ἐκ τῶν τῆς χῖ
- Ἐκ τῶν τῆς ψῖ
- Ἐκ τῶν τῆς ὦ