Προς Ρωμαίους (Ιγνάτιος Αντιοχείας)
| Προς Ρωμαίους Συγγραφέας: |
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ ἐν μεγαλειότητι ὑψίστου θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ἐκκλησίᾳ ἡγιασμένῃ καὶ πεφωτισμένῃ ἐν θελήματι θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, ἃ ἔστιν, κατὰ πίστιν καὶ ἀγάπην Ἰησοῦ Χριστοῦ, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ἥτις καὶ προκάθηται ἐν τόπῳ χωρίου Ῥωμαίων, ἀξιόθεος, ἀξιοπρεπής, ἀξιομακάριστος, ἀξιέπαινος, ἀξιοεπίτευκτος, ἀξίαγνος καὶ προκαθημένη τῆς ἀγάπης, χριστόνομος, πατρώνυμος, πνευματοφόρος, ἣν καὶ ἀσπάζομαι ἐν ὀνόματι θεοῦ παντοκράτορος καὶ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ· τοῖς κατὰ σάρκα καὶ πνεῦμα ἡνωμένοις πάσῃ ἐντολῇ αὐτοῦ, πεπληρω μένοις πάσης χάριτος θεοῦ ἀδιακρίτως καὶ ἀποδιυλισμένοις ἀπὸ παντὸς ἀλλοτρίου χρώματος, πλεῖστα ἐν θεῷ καὶ πατρὶ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ ἀμώμως χαίρειν.
1. Ἐπεὶ εὐξάμενος τῷ θεῷ ἐπέτυχον ἰδεῖν ὑμῶν τὰ ἀξιόθεα πρόσωπα, ὡς καὶ πλέον ᾐτούμην λαβεῖν· δεδεμένος γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐλπίζω ὑμᾶς ἀσπάσασθαι, ἐάνπερ θέλημα ᾖ τοῦ ἀξιωθῆναί με εἰς τέλος εἶναι. ἡ μὲν γὰρ ἀρχὴ εὐοικονόμητός ἐστιν, ἐάνπερ χάριτος ἐπιτύχω εἰς τὸ τὸν κλῆρόν μου εἰς πέρας ἀνεμποδίστως ἀπολαβεῖν. 2. φοβοῦμαι γὰρ τὴν ἀγάπην ὑμῶν, μὴ αὐτή με ἀδικήσῃ· ὑμῖν γὰρ εὐχερές ἐστιν, ὃ θέλετε ποιῆσαι, ἐμοὶ δὲ δύσκολόν ἐστιν τοῦ θεοῦ ἐπιτυχεῖν, ἐάνπερ ὑμεῖς μὴ φείσησθέ μου προφάσει φιλίας σαρκίνης.
ΙΙ
Επεξεργασία1. Οὐ θέλω γὰρ ὑμᾶς ἀνθρωπαρεσκῆσαι, ἀλλὰ θεῷ ἀρέσαι, ὥσπερ καὶ ἀρέσκετε· οὔτε γὰρ ἐγὼ ἕξω ποτὲ καιρὸν τοιοῦτον, ὥστε θεοῦ ἐπιτυχεῖν, οὔτε ὑμεῖς, ἐὰν σιωπήσητε, κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι. 2. ἐάν τε γὰρ σιωπήσητε ἀπ' ἐμοῦ, ἐγὼ γενήσομαι θεοῦ· ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου, πάλιν ἔσομαι τρέχων. πλεῖον δέ μοι παρέχεσθε τοῦ σπονδισθῆναι θεῷ, ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν, ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾄσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὸν ἐπίσκοπον Συρίας κατηξίωσεν ὁ θεὸς εὑρεθῆναι εἰς δύσιν, ἀπὸ ἀνατολῆς μεταπεμψάμενος τῶν ἑαυτοῦ παθημάτων μάρτυρα. καλὸν τὸ διαλυθῆναι ἀπὸ κόσμου πρὸς θεόν, ἵνα εἰς αὐτὸν ἀνατείλω.
ΙΙΙ
Επεξεργασία1. Οὐδέποτε ἐβασκάνατε οὐδενί, ἄλλους ἐδιδάξατε. ἐγὼ δὲ θέλω, ἵνα κἀκεῖνα βέβαια ᾖ, ἃ μαθητεύοντες ἐντέλλεσθε. 2. μόνον δύναμιν αἰτεῖσθέ μοι ἔσωθέν τε καὶ ἔξωθεν, ἵνα μὴ μόνον λέγω, ἀλλὰ καὶ θέλω, ὅπως μὴ μόνον λέγωμαι Χριστιανός, ἀλλὰ καὶ εὑρεθῶ· ἐὰν γὰρ εὑρεθῶ, καὶ λέγεσθαι δύναμαι καὶ τότε πιστὸς εἶναι, ὅταν κόσμῳ μὴ φαίνωμαι. 3. οὐδὲν φαινόμενον αἰώνιον· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός· ὅταν μισῆται ὑπὸ κόσμου. 4. φιλεῖται παρὰ θεοῦ. εἰ ἐκ τοῦ κόσμου γάρ, φησί, τούτου ἦτε, ὁ κόσμος ἂν ἐφίλει τὸ ἴδιον· νυνὶ δὲ οὔκ ἐστε ἐκ τοῦ κόσμου, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· μείνατε παρ' ἐμοί.
ΙV
Επεξεργασία1. Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. 2. ἄφετέ με θηρίων εἶναι βρῶμα, δι' ὧν ἔστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι τοῦ θεοῦ καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος θεοῦ εὑρεθῶ. 3. μᾶλλον κολακεύσατε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρύς τινι εὑρεθήσωμαι· τότε δὲ ἔσομαι μαθητὴς ἀληθὴς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. 4. λιτανεύσατε τὸν κύριον ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θεῷ θυσία εὑρεθῶ. οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν· ἐκεῖνοι ἀπόστολοι Ἰησοῦ Χριστοῦ, ἐγὼ δὲ ἐλάχιστος· ἐκεῖνοι ἐλεύθεροι ὡς δοῦλοι θεοῦ, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλ' ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω, ἐν αὐτῷ δεδεμένος, μηδὲν ἐπιθυμεῖν κοσμικὸν ἢ μάταιον.
1. Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας ἐνδεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα, οἳ καὶ εὐεργετούμενοι χείρους γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλ' οὐ παρὰ τοῦτο δεδικαίωμαι. ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων, ἃ καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι· ἃ καὶ κολακεύσω συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. 2. κἂν αὐτὰ δὲ ἑκόντα μὴ θέλῃ, ἐγὼ προσβιάσομαι. συγγνώμην μοι ἔχετε· τί μοι συμφέρει, ἐγὼ γινώσκω. νῦν ἄρχομαι μαθητὴς εἶναι. 3. μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ τῶν ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπαὶ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος καὶ κόλασις τοῦ διαβόλου ἐπ' ἐμὲ ἐρχέσθω, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.
VI
Επεξεργασία1. Οὐδέν με ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλὸν ἐμοὶ ἀποθανεῖν διὰ Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. 2. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ; τὸν κύριον ποθῶ, τὸν υἱὸν τοῦ ἀληθινοῦ θεοῦ καὶ πατρός, Ἰησοῦν τὸν Χριστόν. ἐκεῖνον ζητῶ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ ἀναστάντα. συγγνωμονεῖτέ μοι, ἀδελφοί· 3. μὴ ἐμποδίσητέ μοι εἰς ζωὴν φθάσαι, Ἰησοῦς γάρ ἐστιν ἡ ζωὴ τῶν πιστῶν· μὴ θελήσητέ με ἀποθανεῖν, θάνατος γάρ ἐστιν ἡ ἄνευ Χριστοῦ ζωή. 4. τοῦ θεοῦ θέλοντά με εἶναι κόσμῳ μὴ χαρίσησθε. ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος θεοῦ ἔσομαι. ἐπιτρέψατέ μοι μιμητὴν εἶναι πάθους Χριστοῦ τοῦ θεοῦ μου. 5. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω, ὃ θέλω, καὶ συμπαθείτω μοι, εἰδὼς τὰ συνέχοντά με.
VII
Επεξεργασία1. Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς τὸν θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ· μᾶλλον ἐμοὶ γένεσθε, τουτέστι τοῦ θεοῦ. 2. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ προτιμᾶτε. βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδὲ ἐὰν ἐγὼ ὑμᾶς παρὼν παρακαλῶ, πείσθητε· τούτοις δὲ μᾶλλον πιστεύσατε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ διὰ Χριστὸν ἀποθανεῖν. 3. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόυλον· ὕδωρ δὲ ζῶν, ἁλλόμενον ἐν ἐμοί, ἔσωθέν μοι λέγει· 4. Δεῦρο πρὸς τὸν πατέρα. οὐχ ἥδομαι τροφῇ φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον τοῦ θεοῦ θέλω, ἄρτον οὐράνιον, ἄρτον ζωῆς, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ γενομένου ἐν ὑστέρῳ ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραάμ· καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος καὶ ἀένναος ζωή.
VIII
Επεξεργασία1. Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θέλητε. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ἐπειδήπερ ζῇ ἐν ἐμοὶ ὁ Χριστός. 2. δι' ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς· μὴ παραιτήσησθέ με· πιστεύσατέ μοι, ὅτι τὸν Ἰησοῦν φιλῶ τὸν ὑπὲρ ἐμοῦ παραδοθέντα. 3. τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ καὶ ὁ κύριος Ἰησοῦς ὁ Χριστὸς φανερώσει ὑμῖν ταῦτα, ὅτι ἀληθῶς λέγω. 4. καὶ ὑμεῖς συνεύξασθέ μοι, ἵνα τοῦ σκοποῦ τύχω ἐν πνεύματι ἁγίῳ. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠγαπήσατε· ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.
IX
Επεξεργασία1. Μνημονεύετε ἐν τῇ εὐχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντ' ἐμοῦ ποιμένι χρῆται τῷ κυρίῳ τῷ εἰπόντι· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· καὶ μόνος αὐτὴν ἐπισκοπήσει καὶ ἡ ὑμῶν εἰς αὐτὸν ἀγάπη. ἐγὼ δὲ καὶ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι· οὐ γάρ εἰμι ἄξιος, ὢν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα. 2. ἀλλ' ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω. ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα· καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ κατὰ πόλιν με προήγαγον.
1. Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης διὰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστι δὲ ἅμα ἐμοὶ σὺν πολλοῖς καὶ ἄλλοις Κρόκος, τὸ ποθητὸν ὄνομα. 2. περὶ τῶν προσελθόντων ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι· οἷς καὶ δηλώσετε ἐγγύς με ὄντα· πάντες γάρ εἰσιν ἄξιοι θεοῦ καὶ ὑμῶν· 3. οὓς πρέπον ἐστὶν ὑμῖν κατὰ πάντα ἀναπαῦσαι. ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. 4. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.