Ψυχρόν το γήρας...: Διαφορά μεταξύ των αναθεωρήσεων
μ Ρομπότ: Προσθήκη {{Πολυτονικό}} |
μ Αφαίρεση προτύπου πολυτονικό |
||
| (2 ενδιάμεσες εκδόσεις από 2 χρήστες δεν εμφανίζονται) | |||
| Γραμμή 1: | Γραμμή 1: | ||
<noinclude> |
|||
{{Πολυτονικό}} |
|||
{{κεφαλίδα |
{{κεφαλίδα |
||
| τίτλος = Ψυχρὸν τὸ γῆρας... |
| τίτλος = Ψυχρὸν τὸ γῆρας... |
||
| Γραμμή 10: | Γραμμή 11: | ||
| σημειώσεις = |
| σημειώσεις = |
||
}} |
}} |
||
</noinclude> |
|||
==Ψυχρὸν τὸ γῆρας...== |
|||
<poem> |
<poem> |
||
Ψυχρὸν τὸ γῆρας, ἥ τ᾿ ἐμὴ κρᾶσις φύσει |
Ψυχρὸν τὸ γῆρας, ἥ τ᾿ ἐμὴ κρᾶσις φύσει |
||
Τελευταία αναθεώρηση της 14:00, 21 Απριλίου 2017
| Ψυχρὸν τὸ γῆρας... Συγγραφέας: |
Ψυχρὸν τὸ γῆρας...
[Επεξεργασία]Ψυχρὸν τὸ γῆρας, ἥ τ᾿ ἐμὴ κρᾶσις φύσει
(φεῦ) φλεγματώδης· μὴν δ᾿ ὁ Φεβρουάριος
ψυχρὸς μάλιστα, ζώδιον δ᾿ Ὑδροχόου
τὸ νῦν πολεῦον καὶ συνὸν μεθ᾿ ἡλίου
πήγνυσι καὶ τὸν οἶνον ἔν τισιν τόποις
τούς τ᾿ ἀμφορεῖς ῥήγνυσιν ἐκ τῆς ψύξεως.
ὁ δ᾿ οἶκος ἔνθα νῦν κατασκηνῶ πάλιν
ἀγάννιφός τε και λίαν δυσχείμερος.
ὁ θρασκίας δὲ δριμὴς ἐστι καὶ πικρός,
ὀξύς, δυσαής, Ταρτάρου πνοὰς ἔχων.
ὁ γὰρ νότος λέλοιπεν ἡμῶν τὸ κλίμα.
πῶς οὖν, τοσούτων ψυχροτήτων ἐν μέσῳ
ὁρῶν με συσχεθέντα τὸν ταλάντατον,
ὕδωρ κελεύεις προσφέρεσθαι φίλτατε;
Εἰ γὰρ με πείσεις, ἢ χιὼν γενήσομαι
ἢ καὶ χάλαζα, καὶ θανὼν νεκροστόλοις
ἄψαυστος ὡς κρύσταλλος ὢν φανήσομαι
τῇ σῇ πεποιθὼς ψυκτικῇ παραινέσει.
ἄπελθε τοίνυν εἰς τόπους τῆς Ἰνδίας
εἴς τ᾿ Ἀγησύμβων εἴς τε Βλεμύων πόλεις,
ὅπου λέγουσιν ἀμπέλους μὴ βλαστάνειν·
ἐκεῖσε δεῖξον σὴν ἰατρικήν, σοφέ.
ἡμῖν γὰρ οὐκ ἔνεστι χρεία τῆς τέχνης.
εἰ ζῆν θέλοιμεν καὶ τὸν ἥλιον βλέπειν.